Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.375 Joseph. AJ 8.379 (English) >>Joseph. AJ 8.383

8.378Ἄχαβος δὲ πολλὴν ὁδὸν διώκων τοὺς Σύρους ἤνυσεν ἀναιρῶν αὐτούς, διαρπάσας δὲ τὰ ἐν τῇ παρεμβολῇ, πλοῦτος δʼ ἦν οὐκ ὀλίγος, ἀλλὰ καὶ χρυσοῦ πλῆθος καὶ ἀργύρου τά τε ἅρματα τοῦ Ἀδάδου καὶ τοὺς ἵππους λαβὼν ἀνέστρεψεν εἰς τὴν πόλιν. τοῦ δὲ προφήτου παρασκευάζεσθαι φήσαντος καὶ τὴν δύναμιν ἑτοίμην ἔχειν, ὡς τῷ ἐπιόντι πάλιν ἔτει στρατεύσοντος ἐπʼ αὐτὸν τοῦ Σύρου, μὲν Ἄχαβος πρὸς τούτοις ἦν. 8.379

δὲ Ἄδαδος διασωθεὶς ἐκ τῆς μάχης μεθʼ ὅσης ἠδυνήθη στρατιᾶς συνεβουλεύσατο τοῖς αὑτοῦ φίλοις, πῶς ἂν ἐπιστρατεύσηται τοῖς Ἰσραηλίταις. οἱ δὲ ἐν μὲν τοῖς ὄρεσιν οὐκ ἐδίδοσαν γνώμην συμβαλεῖν αὐτοῖς· τὸν γὰρ θεὸν αὐτῶν ἐν τοῖς τοιούτοις δύνασθαι τόποις καὶ διὰ τοῦτο νῦν ὑπʼ αὐτῶν νενικῆσθαι· κρατήσειν δὲ ἔλεγον ἐν πεδίῳ ποιησαμένους τὴν μάχην. 8.380συνεβούλευον δὲ πρὸς τούτῳ τοὺς μὲν βασιλέας οὓς ἐπηγάγετο συμμάχους ἀπολῦσαι πρὸς τὰ οἰκεῖα, τὴν δὲ στρατιὰν αὐτῶν κατασχεῖν ἀντʼ ἐκείνων σατράπας καταστήσαντα· εἰς δὲ τὴν τῶν ἀπολωλότων τάξιν στρατολογῆσαι δύναμιν ἐκ τῆς χώρας τῆς αὐτῶν καὶ ἵππους καὶ ἅρματα. δοκιμάσας οὖν ταῦτα εἰρῆσθαι καλῶς οὕτως διεκόσμησε τὴν δύναμιν. 8.381

Ἀρξαμένου δὲ ἔαρος ἀναλαβὼν τὴν στρατιὰν ἦγεν ἐπὶ τοὺς Ἑβραίους, καὶ γενόμενος πρὸς πόλει τινί, Ἀφεκὰ δʼ αὐτὴν καλοῦσιν, ἐν μεγάλῳ στρατοπεδεύεται πεδίῳ. Ἄχαβος δʼ ἀπαντήσας αὐτῷ μετὰ τῆς δυνάμεως ἀντεστρατοπεδεύσατο· σφόδρα δʼ ἦν ὀλίγον αὐτοῦ τὸ στράτευμα πρὸς τοὺς πολεμίους ἀντιπαραβαλλόμενον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.375 Joseph. AJ 8.379 (English) >>Joseph. AJ 8.383

Powered by PhiloLogic